Textes de l'Eglise Grecque en grec ancien

Hélène Kémiktsi
 
 
 


       
4 index textes Eglise
 

Ioannis Christostomos (Ιωάννης ο Χρυσόστομος)

 

Ἰωάννης Χρυσόστομος - Περὶ μουσικῆς

Ἀπόσπασμα ἀπὸ τὸ Joannes Chrysostomus Scr. Eccl. : Prooemia in Psalmos (fragmenta) [Sp.] : Vol 55, pg 537, ln 27

β´. Ἀλλ᾿ ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον καὶ πολὺ τὸ φορτικὸν, τοῖς εἰρημένοις τέως ἐμφιλοχωρῶμεν· ἵνα ὁμοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃ τὸν πόνον. Ψαλλέτω τοίνυν τὸ στόμα, καὶ παιδευέσθω ὁ νοῦ· οὐκ ἐστιν οὐδ᾿ αὐτὸ τοῦτο μικρόν. Ὅταν γὰρ μὴ φθονεῖν ἐᾷ, μὴ λυπεῖσθαι καὶ ἀθυμεῖν ἀκαίρως, μήτε ἡγεῖσθαί τι πλοῦτον, μὴ θλίψιν, μὴ πενίαν, μηδὲ αὐτὴν τὴν ζωὴν νομίζειν τι εἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν. Ἄλλως τε δὲ, ἐὰν παιδεύσωμεν τὴν γλῶτταν ψάλλειν, αἰσχυνθήσεται ἡ ψυχὴ ταύτης ψαλλούσης τἀναντία βουλομένη. Δεῖ οὖν ἡμῖν τῆς κιθάρας τοῦ Δαυῒδ, ἵνα ἐπᾴδωμεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν, καὶ τὰς τῶν ἀγαθῶν πράξεων. Ὡς ἂν θάτερον μόνον ποιῶμεν, καὶ τῆς ᾠδῆς ἀκούοντες, τῷ ταῦτα ἐπᾴδοντι πολεμῶμεν διὰ τῶν ἔργων, καὶ εἰς κρῖμα ἡμῖν ἔσται τὸ φάρμακον, καὶ ἀγριωτέρα ἡ μανία τοῦ διαβόλου γένηται. Πρὸ μὲν γὰρ τοῦ ἀκοῦσαι δέδοικεν ὁ πονηρὸς δαίμων, μήποτε ἀκούσαντες κατορθώσωμεν· ὅταν δὲ ἀκούσαντες οἱ αὐτοὶ μένωμεν, καὶ τοῦτο ἐξαιρεῖται. Ψάλλωμεν τοίνυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίμονος χαλεπωτέραν ἐκβάλλωμεν ἁμαρτίαν, καὶ τὴν τοῦ Πνεύματος ἐπισπασώμεθα χάριν. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾶν τῶν βιωτικῶν, ὡς ἡ ἀπὸ τῶν ψαλμῶν ἐμμέλεια, καὶ ῥυθμῷ συγκείμενον ᾆσμα. Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς τοὺς πολλοὺς τῶν ἀνθρώπων ῥᾳθυμοτέρους ὑπάρχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτέμνεσθαι, τὴν τοῦ μακαρίου Δαυῒδ ἐκίνησε γλῶσσαν τοὺς ψαλμοὺς διευκρινῆσαι τούτους, καὶ μελῳδίαν ἀναμίξαι τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους. Οὕτω γὰρ ἡμῶν ἡ φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη οἰκείως ἔχει καὶ ἡδέως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχεραίνοντα, οὕτω κατακοιμίζεσθαι. Αἱ γοῦν τίτθαι ἐν ταῖς ἀγκάλαις αὐτὰ βαστάζουσαι πολλάκις ἀπιοῦσαι, καί τινα αὐτοῖς κατεπᾴδουσαι ᾄσματα παιδικὰ, οὕτως αὐτοῖς τὰ βλέφαρα κατακοιμίζουσι. Διὰ τοῦτο καὶ ὁδοιπόροι πολλάκις κατὰ μεσημβρίαν ἐλαύνοντες ὑποζύγια, ᾄδοντες τοῦτο ποιοῦσι, τὴν ἐκ τῆς ὁδοιπορίας ταλαιπωρίαν ταῖς ᾠδαῖς ἐκείναις παραμυθούμενοι. Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ καὶ γηπόνοι ληνοβατοῦντες, καὶ τρυγῶντες, καὶ ἀμπέλους θεραπεύοντες, καὶ ἄλλο τι ἐργαζόμενοι, πολλάκις ᾄδουσι· καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν. Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνονται, πολλάκις μὲν καὶ καθ᾿ ἑαυτὰς ἑκάστη, πολλάκις δὲ καὶ συμφώνως ἅπασαι μίαν τινὰ μελῳδίαν ᾄδουσαι. Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπουδάζοντες· ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα. Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ἡ ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς αὐτοῖς ἐπετείχισεν ὁ Θεὸς, ὥστε ὁμοῦ τὸ πρᾶγμα καὶ ἡδονὴν καὶ ὠφέλειαν εἶναι. Ἀπὸ μὲν γὰρ τῶν ἔξωθεν ᾀσμάτων βλάβη καὶ ὄλεθρος, καὶ πολλὰ ἂν εἰσαχθείη δεινὰ, ἀσελγεστέρας καὶ παρανομωτέρας τοῖς ᾄσμασι τούτοις τῆς ψυχῆς γινομένης, μαλθακωτέρας τε καὶ ἀσθενεστέρας· ἐπὶ δὲ τῶν πνευματικῶν πολὺ μὲν τὸ κέρδος, πολλὴ δὲ ἡ ὠφέλεια, πολὺς δὲ ὁ ἁγιασμὸς, καὶ πάσης φιλοσοφίας ὑπόθεσις γένοιτ᾿ ἂν, τῶν τε ῥημάτων τὴν ψυχὴν ἐκκαθαιρόντων, τοῦ τε ἁγίου Πνεύματος τῇ τὰ τοιαῦτα ψαλλούσῃ ἐφιπταμένου ψυχῇ.

Ἐπᾴδωμεν τοίνυν τῇ ψυχῇ τοὺς φιλοσοφίας γέμοντας ψαλμοὺς, ἵνα κατὰ μικρὸν καὶ ἐπὶ τὰ ὑψηλότερα ἀναχθῶμεν. Ὅταν γὰρ ἐν τοῖς ψαλμοῖς μάθῃς, τότε καὶ ὕμνους εἴσῃ, ἅτε θειότερον πρᾶγμα. Οἱ γὰρ ψαλμοὶ πάντα ἔχουσιν, οἱ δὲ ὕμνοι πάλιν οὐδὲν ἀνθρώπινον. Αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· Οὐ γὰρ ὡραῖος ὕμνος ἐν στόματι, φησὶν, ἁμαρτωλοῦ. Διὸ καὶ ὁ Παῦλος παραινεῖ λέγων· Ἄιδοντες ἐν ταῖς καρδίαις ἡμῶν τῷ Κυρίῳ, μὴ ἁπλῶς τῷ στόματι, ἀλλὰ μετὰ προσοχῆς. Τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν· ἐκεῖνο δὲ, τῷ ἀέρι· διαχεῖται γὰρ ἁπλῶς ἡ φωνή. Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ἔξεστι ψάλλειν κατὰ διάνοιαν. Κἂν ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν, ἔξεστι σιγῶντα βοᾷν. Οὕτω καὶ ὁ Μωϋσῆς ἐβόα, καὶ ὁ Θεὸς ἤκουε. Κἂν χειροτέχνης ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν. Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων, δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν. Ἔξεστι γὰρ καὶ χωρὶς φωνῆς ψάλλειν, τῆς διανοίας ἔνδον ἠχούσης. Οὐ γὰρ ἀνθρώπῳ ψάλλομεν, ἀλλὰ Θεῷ τῷ δυναμένῳ καὶ καρδίας ἀκοῦσαι, καὶ εἰς τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν εἰσελθεῖν. Ἀλλ᾿ ἐπειδὴ οἱ πνευματικοὶ ἄνδρες, οἱ τὰ χαρίσματα τοῦ Πνεύματος ἔχοντες, ὑπὲρ τῶν πλησίον εὔχονται ἀεὶ, καὶ τὰς ἱκετηρίας ἀναφέρουσι μετὰ κατανύξεων καὶ στεναγμῶν τῷ Θεῷ· τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ᾿ ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ, ὑπέρ τε ἑαυτῶν, ὑπέρ τε τῶν ἀδελφῶν τῶν ἡμετέρων. Πῶς δὲ ἔστιν ἐντυγχάνειν τῷ Θεῷ; Ἀπὸ τοῦ βίον ἔχειν ὀρθὸν, καὶ συνειδὸς κεκαθαρμένον. Ταῦτα δὲ οὐδαμόθεν ἄλλοθεν ἔξεστι κατορθοῦν, ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ Κυρίου μελετᾷν ἡμέρας καὶ νυκτός. Καὶ μή μοι λεγέτω τις, ὅτι Πρὸ τῆς ἑρμηνείας οὐκ ᾔδειν τῶν ψαλμῶν τὴν δύναμιν. Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ὁπωσοῦν βουλομένῳ προσέχειν ἀρκεῖ καὶ εἷς στίχος πολλὴν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς δόγμα διορθῶσαι, καὶ εἰς βίον ὠφελῆσαι τὰ μέγιστα. Καὶ γὰρ ὅταν εἴπῃς, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, καὶ δυνηθεὶς εἰδέναι τί ποτέ ἐστιν ὃ λέγεις, οὐ τὸν ἐν δυναστείᾳ ὄντα, οὐ τὸν πλουτοῦντα, οὐ τὸν οἰκίας ἔχοντα λαμπρὰς, οὐ τὸν ἐν βασιλείοις στρεφόμενον, οὐκ αὐτὸν τὸν τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς περικείμενον, οὐκ ἄλλον οὐδένα, ἀλλ᾿ ἢ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ὄντα ζηλώσεις, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι᾿ αὐτὰ τὰ παρόντα. Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος. Μελετήσωμεν τοίνυν καὶ ἡμεῖς ἐντυγχάνειν Θεῷ· μάθωμεν πῶς δεῖ ποιεῖσθαι τὴν ἐντυχίαν. Οὐ γὰρ κάλλος ζητεῖ γλώττης ὁ Θεὸς, οὐδὲ ῥημάτων συνθήκην, ἀλλὰ ψυχῆς ὥραν. Κἂν ἐκείνη φθέγγηται τὰ αὐτῷ δοκοῦντα, τὸ πᾶν ἀνύσασα ἄπεισιν. Εἰ γὰρ ἀνθρώπῳ τις συγγινόμενος θαυμαστῷ πολλὰ καρποῦται ἐκ τῆς συνουσίας, πολλῷ μᾶλλον ὁ Θεῷ διηνεκῶς δι᾿ εὐχῆς ἐκτενοῦς. Κἂν γὰρ ἁμαρτωλός τις ὢν μετὰ ταπεινοφροσύνης εὔξηται, ὅπερ ἐστὶ μέρος ἀρετῆς, μεγάλα ἀνύσαι δυνήσεται. Ὥσπερ οὖν καὶ ὁ τελώνης (καὶ γὰρ ἀπὸ ψιλοῦ ῥήματος τὸ πᾶν ἤνυσεν), ἐπειδὴ ἡ διάνοια αὐτοῦ καλῶς παρεσκευασμένη ἦν. Πῶς δὲ ἦν παρεσκευασμένη; Ἐταλάνιζεν ἑαυτὸν, τὸ στῆθος ἔτυπτεν, οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἠνείχετο. Ἂν οὕτω καὶ σὺ εὔχῃ, πτεροῦ κουφοτέραν ἐργάσῃ τὴν ψυχήν. Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χάριεν ἔχουσα τὸ πρόσωπον καὶ ἁπαλὸν μετὰ πραότητος καὶ μὴ κατ᾿ ἐχθρῶν γινομένη. Αὕτη τῶν οὐρανῶν ἀξία ἡ εὐχὴ, αὕτη τῶν ἀγγέλων ἀξία ἡ γλῶττα. Οὕτω γὰρ καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἀκουσθησόμεθα, ὅταν ὑπὲρ τῶν ἀδικούντων καὶ ἐπηρεαζόντων τὴν ἱκετηρίαν τῷ Θεῷ προσφέρωμεν. Ἂν οὕτω ῥυθμίσωμεν τὴν ψυχὴν, δυνησόμεθα μετὰ παῤῥησίας λέγειν καὶ ἡμεῖς τῷ Θεῷ· Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου· καὶ ῥᾳδίως ἐπινεύσει, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν παρέξει ἡμῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

 



:Accueil :Présentation :Plan du site :Nouveautés :Contact : Hélène

 _____________________________________________________________________________
Copyright © 2008. All rights Reserved. Projethomere.com